Μπορείτε να μας βρείτε σε ένα ιστολόγιο για την ΑΡΧΑΙΑ ΕΛΛΑΔΑ...ΕΛΛΗΝΩΝ ΠΑΛΙΓΓΕΝΕΣΙΑ 2 και ένα ιστολόγιο για την ΟΡΘΟΔΟΞΙΑ...ΕΛΛΗΝΩΝ ΠΑΛΙΓΓΕΝΕΣΙΑ 3.Με τιμή,
Πελασγός και συνεργάτες


ΣΗΜΑΝΤΙΚΗ ΑΝΑΚΟΙΝΩΣΗ : Η "ΕΛΛΗΝΩΝ ΠΑΛΙΓΓΕΝΕΣΙΑ" ΠΕΡΝΑΕΙ ΣΕ ΦΑΣΗ ΑΝΑΒΑΘΜΙΣΗΣ ΤΟΥ ΙΣΤΟΤΟΠΟΥ ΜΕ ΣΚΟΠΟ ΤΗΝ ΚΑΛΥΤΕΡΗ ΑΞΙΟΠΟΙΗΣΗ ΚΑΙ ΤΗ ΔΗΜΙΟΥΡΓΙΑ. ΜΕΙΝΕΤΕ ΣΥΝΤΟΝΙΣΜΕΝΟΙ.. ΣΥΝΤΟΜΑ...


«Το Γένος ποτέ δεν υποτάχθηκε στο Σουλτάνο! Είχε πάντα το Βασιλιά του, το στρατό του, το κάστρο του. Βασιλιάς του ο Μαρμαρωμένος Βασιλιάς, στρατός του οι Αρματωλοί και κλέφτες, κάστρα του η Μάνη και το Σούλι»

Θεόδωρος Κολοκοτρώνης

Κυριακή 1 Μαΐου 2016

Επικράνθη! Ο Άδης Επικράνθη! (Κατηχητικός Λόγος Αγίου Ιωάννου Χρυσοστόμου)


«Εἴ τις εὐσεβὴς καὶ φιλόθεος ἀπολαυέτω τῆς καλῆς ταύτης καὶ λαμπρᾶς πανηγύρεως, Εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ. Εἴ τις ἔκαμε νηστεύων, ἀπολαυέτω νῦν τὸ δηνάριον. Εἴ τις ἀπὸ τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα. Εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω. Εἴ τις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλλέτω· καὶ γὰρ οὐδὲν ζημιοῦται. Εἴ τις ὑστέρησεν εἰς τὴν ἐννάτην, προσελθέτω, μηδὲν ἐνδοιάζων. Εἴ τις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῇ τὴν βραδύτητα· φιλότιμος γὰρ ὢν ὁ Δεσπότης, δέχεται τὸν ἔσχατον, καθάπερ καὶ τὸν πρῶτον.
Ἀναπαύει τὸν τῆς ἑνδεκάτης, ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης. Καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει, κᾀκείνῳ δίδωσι, καὶ τούτῳ χαρίζεται. Καὶ τὰ ἔργα δέχεται, καὶ τὴν γνώμην ἀσπάζεται. Καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθεσιν ἐπαινεῖ· οὐκοῦν εἰσέλθετε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν, καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολαύετε. Πλούσιοι καὶ πένητες μετ' ἀλλήλων χορεύσατε. Ἐγκρατεῖς καὶ ῥάθυμοι τὴν ἡμέραν τιμήσατε. Νηστεύσαντες καὶ μὴ νηστεύσαντες, εὐφράνθητε σήμερον.
Ἡ τράπεζα γέμει τρυφήσατε πάντες, ὁ μόσχος πολὺς μηδεὶς ἐξέλθῃ πεινῶν. Πάντες ἀπολαύετε τοῦ συμποσίου τῆς πίστεως. Πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος. Μηδείς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία. Μηδεὶς ὀδυρέσθω πταίσματα· συγγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε. Μηδεὶς φοβείσθω θάνατον· ἠλευθέρωσε γὰρ ἡμᾶς τοῦ Σωτῆρος ὁ θάνατος. 

Ἔσβεσεν αὐτόν, ὑπ' αὐτοῦ κατεχόμενος. Ἐσκύλευσε τὸν Άδην, ὁ κατελθὼν εἰς τὸν Άδην. Ἐπίκρανεν αὐτόν, γευσάμενον τῆς σαρκὸς αὐτοῦ, καὶ τοῦτο προλαβὼν Ἡσαΐας, ἐβόησεν· ὁ Άδης, φησίν, ἐπικράνθη συναντήσας σοι κάτω.
Ἐπικράνθη, καὶ γὰρ κατηργήθη. Ἐπικράνθη, καὶ γὰρ ἐνεπαίχθη. Ἐπικράνθη, καὶ γὰρ ἐνεκρώθη. Ἐπικράνθη, καὶ γὰρ καθῃρέθη. Ἐπικράνθη, καὶ γὰρ ἐδεσμεύθη. Ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν. Ἔλαβε γῆν, καὶ συνήντησεν οὐρανῷ. Ἔλαβεν, ὅπερ ἔβλεπε, καὶ πέπτωκεν, ὅθεν οὐκ ἔβλεπε.
Ποῦ σου θάνατε τὸ κέντρον; ποῦ σου Άδη τὸ νῖκος; Ἀνέστη Χριστός, καὶ σὺ καταβέβλησαι. Ἀνέστη Χριστὸς καὶ πεπτώκασι δαίμονες. Ἀνέστη Χριστός, καὶ χαίρουσιν Ἄγγελοι. Ἀνέστη Χριστός, καὶ ζωὴ πολιτεύεται. Ἀνέστη Χριστός, καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος. Χριστὸς γὰρ ἐγερθείς ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν».

Πηγή

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου